Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 24.150 | Dem. 24.154 (English) | >>Dem. 24.157 |
24.152ὡς μὲν οὖν ἔξεστιν ὑμῖν δεσμὸν καταγιγνώσκειν ταῦτʼ ἐπιδείκνυμι · ὡς δὲ τὰ δεδικασμένʼ ἄκυρα ποιεῖν καὶ δεινὸν καὶ ἀνόσιόν ἐστι καὶ δήμου κατάλυσις , πάντας ἂν οἶμαι ὁμολογῆσαι . ἡ γὰρ πόλις ἡμῶν , ὦ ἄνδρες δικασταί , νόμοις καὶ ψηφίσμασιν διοικεῖται . εἰ δή τις τὰ ψήφῳ κεκριμένα νόμῳ καινῷ λύσει , τί πέρας ἔσται ; ἢ πῶς τοῦτον δίκαιόν ἐστι νόμον προσαγορεύειν , ἀλλʼ οὐκ ἀνομίαν ; ἢ πῶς οὐ τῆς μεγίστης ὀργῆς ὁ τοιοῦτος νομοθέτης ἄξιός ἐστιν ;
24.153ἐγὼ μὲν γὰρ τῶν ἐσχάτων νομίζω , οὐχ ὅτι τοῦτον μόνον τὸν νόμον ἔθηκεν , ἀλλʼ ὅτι καὶ τοῖς ἄλλοις ὁδὸν δείκνυσι καὶ περὶ δικαστηρίων καταλύσεως καὶ περὶ τῶν φευγόντων καθόδου καὶ περὶ τῶν ἄλλων τῶν δεινοτάτων . τί γὰρ κωλύει , ὦ ἄνδρες δικασταί , εἰ οὗτος χαίρων ἀπαλλάξει ὁ τοιοῦτον νόμον τιθείς , ἕτερον φανῆναι ἄλλο τι τῶν τῆς πόλεως ἰσχυροτάτων καταλύοντα νόμῳ καινῷ ;
24.154ἐγὼ μὲν γὰρ οἶμαι οὐδέν . ἀκούω δʼ ἔγωγε καὶ τὸ πρότερον οὕτω καταλυθῆναι τὴν δημοκρατίαν , παρανόμων πρῶτον γραφῶν καταλυθεισῶν καὶ τῶν δικαστηρίων ἀκύρων γενομένων . ἴσως μὲν οὖν ἄν τις ὑπολάβοι ὅτι οὐχ ὁμοίων ὄντων τῶν πραγμάτων νῦν καὶ τότε λέγω περὶ καταλύσεως τοῦ δήμου . ἀλλʼ οὐδὲ σπέρμα δεῖ καταβάλλειν ἐν τῇ πόλει οὐδένα , ὦ ἄνδρες δικασταί , τοιούτων πραγμάτων , οὐδʼ εἰ μήπω ἂν ἐκφύοι , ἀλλὰ τὸν ἐγχειροῦντα λέγειν ἢ ποιεῖν τι τοιοῦτον δίκην διδόναι .
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 24.150 | Dem. 24.154 (English) | >>Dem. 24.157 |